Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.229 Joseph. AJ 2.233 (English) >>Joseph. AJ 2.238

2.232

Ὄντα δʼ αὐτὸν τοιοῦτον Θέρμουθις παῖδα ποιεῖται γονῆς γνησίας οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡς φροντίσειε διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου, πρὸς αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας 2.233διάδοχον.” ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί. 2.234καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δʼ ἱερογραμματεὺς καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι, 2.235καὶ δεινὸν ἀνακραγών, “οὗτος, εἶπε, βασιλεῦ, παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ.” φθάνει δʼ αὐτὸν Θέρμουθις ἐξαρπάσασα,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.229 Joseph. AJ 2.233 (English) >>Joseph. AJ 2.238

Powered by PhiloLogic